logo_eng
A+ R A-

Μύρτις

E-mail Print PDF
There are no translations available.

Myrtis has been named “friend of the United Nations”
Her message to the world leaders


Myrtis died of typhoid fever during the plague which hit Athens in the middle of the 5th Century BC. Typhoid fever is even today -2.500 years after- the cause of death for 500.000 to 700.000 people every year. Moreover, each year nearly nine million children under five are losing their lives from typhoid fever and other diseases that can be prevented and treated.

For this reason, the United Nations Regional Information Centre (UNRIC) “asked” Myrtis to become a friend of the UN Millennium Development Goals and join, in her own unique way, the United Nations world campaign "We can End Poverty".

This is how Myrtis became a friend and supporter of the United Nations. She “assumed” her duties without delay by sending a message to world leaders who attended the UN Millennium Development Goals Summit of September 2010.

So, Myrtis is not any longer only “face to face with the past” but also “face to face with the future of humanity”.

 

myrtis_language_l

Ἡ ἑνδεκέτις ἀρχαία Ἀθηναία Μύρτις φίλη γίγνεται «τῶν Στόχων τῆς Χιλιετίας» καὶ διὰ τοῦ Ο.Η.Ε. ἀποστέλλει ἠχῆέν τι ἄγγελμα τῷ ἀνθρωπείῳ γένει.

Μύρτις, κόρη τις βιώσασα ἐν Ἀθήναις πρὸ πεντακοσίων και δισχιλίων ἐτῶν ἀποστέλλει ἠχῆέν τι ἄγγελμα τῇ οἰκουμένῃ.

Μύρτις μοι τοὔνομα, οὐ μὴν ἀλλὰ ἕτερόν τι ὄνομα ἐστί μοι τὸ ἀληθές. Ἐδόθη μοι ὑπὸ τῶν ἀρχαιολόγων τῶν ἀνευρόντων ἐν ἔτεσι 1994-1995 τὰ ἐμὰ ὀστᾶ σύν τισιν ἑτέροις ἑκατὸν πεντήκοντα σκελετοῖς ἔν τινι ὁμαδικῷ τάφῳ ἐν Ἀθήναις, ἐν τῷ Κεραμεικῷ.

Ἐοίκοιμι ἄν τινι κόρῃ, οὐ μὴν ἀλλά φημι ὑμῖν παῖς τις τυγχάνειν οὖσα ἐν Ἀθήναις τῷ πέμπτῳ αἰῶνι π.Χ.

Τίνι δὲ τρόπῳ δύναται παῖς τις ἐκ τῶν ἀρχαίων Ἀθηνῶν «φίλη τῆς Χιλιετίας» γενέσθαι;

Οἱ ἐπιστήμονές φασιν ἐμὲ εἶναί τινα τῶν θυμάτων τοῦ λοιμοῦ, τοῦ πλήξαντος τὸ Ἄστυ, τοῦ Πελοποννησιακοῦ πολέμου ὄντος, ἐν ἔτεσιν 430-426 π.Χ. Ἴσασιν γὰρ τὴν αἰτίαν τοῦ ἐμοῦ θανάτου κοιλιακὸν τῦφον εἶναι (ἴσασιν γὰρ ὅτι ἐγὼ λοιμῷ ἀπωλόμην): λοιμόν, ὅστις ἀπέκτεινε τὸν Ἀθηναῖον πολιτικὸν Περικλῆ καὶ τὸ ἕν μέρος τῶν τὸ Ἄστυ οἰκούντων τότε. Φασὶν δὲ τὸν λοιμὸν αἴτιον εἶναι τῆς τῶν Ἀθηναίων ὑπὸ τῶν Λακεδαιμονίων ἥττης ἐν τῷ Πελοποννησιακῷ πολέμῳ.

Τοὐμὸν κρανίον εὑρέθη ἔχον ἀδοκήτως καλῶς, ὥστε τὸν Καθηγητὴν τῆς Ὀρθοδοντικῆς τοῦ Ἀθήνησι Πανεπιστημίου Ἐμμ. Παπαγρηγοράκην ὁρμῆσαι ἀναπλάσαι μεθ’ ἑτέρων εἰδημόνων τὴν ἐμὴν ὄψιν. Ἰδοὺ ἐγώ! Δύνασθε ἰδεῖν τὴν τῶν ἀποπειρῶν ἔκβασιν ἐν τῇ ἐμῇ εἰκόνι: μικροῦ δεῖν ὁμοίαν με εἶναι οἵᾳ ἐν τῇ ἀποφράδι ἡμέρᾳ τοῦ ἐμοῦ θανάτου.

Ἐδόκει μὲν τῷ Καθηγητῇ τὴν ἐμὴν «ἀναβίωσιν» οὐ μόνον σύμφορον εἶναι τοῖς ἀνθρώποις ἰδεῖν τὴν ὄψιν παιδός τινος παιζούσης ἀνὰ τὰς κλιτῦς τῆς Ἀκροπόλεως, τῶν Ἀθηναίων κατασκευαζόντων τὸν Παρθενῶνα, ἐβούλετο δὲ ὁ Καθηγητὴς τὴν ἐμὴν «ἐπιστροφὴν» εἶναι ἠχῆέν τι ἄγγελμα τῷ ἀνθρωπείῳ γένει καὶ τοῖς αὑτοῦ ταγοῖς.

Ἡ ἐμὴ μοῖρα ἄφευκτος ἦν. Ἐν τῷ πέμπτῳ αἰῶνι π.Χ. οὐκ ἐπιστάμεθα τίνι τρόπῳ ἀντιπράττειν τοῖς λοιμοῖς. Ὑμῖν δὲ, τῷ γένει τοῦ πρώτου καὶ εἰκοστοῦ αἰῶνος, οὐκ ἔστι λόγος. Ἔξεστι γὰρ ὑμῖν παντὶ μέσῳ καὶ πόρῳ σῴζειν μυρίους ἄνδρας, μυρίους δὲ παῖδας, οἵτινες λοιμῷ ἀπόλλυνται –ὥσπερ ἐγώ– ὅς ἰάσιμος καὶ προβλέψιμός ἐστιν.

Πεντακόσια δὲ καὶ δισχίλια ἔτη μετὰ τὸν ἐμὸν θάνατον, δι’ ἐλπίδος ἔχω τὸ ἐμὸν ἄγγελμα ἐπήρειαν ἕξειν καὶ ἐμπνεύσειν τοῖς πλείοσι τῶν ἀνθρώπων ἐργάζεσθαι καὶ ποιεῖν τοὺς «Στόχους τῆς Χιλιετίας τῆς Αναπτύξεως». Ἀκούσατέ μου! Οἶδα τί λέγω! Μὴ ἐπιλανθάνεσθε ἐμὲ οὖσαν ἀρχαιοτέραν ὑμῶν ἤτοι σοφωτέραν.

Μύρτις, ἡ μᾶλλον σημαίνουσα μορφὴ τῆς ἐκθέσεως «Μύρτις: κατενώπιον τοῦ παρελθόντος», ἥτις ὥρμηται εἰς προκαθωρισμένην περίοδον ἀνὰ τὴν Ἑλλάδα καὶ τὴν ἀλλοδαπήν.

Ὁ Παγκόσμιος Ὀργανισμός Ὑγείας φησί τοὺς ὑπὸ τοῦ λοιμοῦ πληγέντας ἐν τῇ οἰκουμένῃ εἶναι πολλάκις μυρίους κατ’ ἔτος καὶ δὴ τοὺς τῶν παίδων θανάτους εἶναι προβλεψίμους τε καὶ ἰασίμους.

 

Χρυσάνθη Ασπιώτη